Ἀκάθιστος ἀκολουθία ψαλλομένη τῆς στ΄ τῆς εης ἑβδομάδος τῆς ἁγίας μεγάλης Τεσσαρακοστῆς καὶ Μαρτίου τὲς κε΄ εἰς τὸν Εὐαγγελισμὸν τῆς Θεοτόκου, πονηθεὶς παρὰ κυροῦ Ἰωάννου ἱερέως τοῦ Πλουσιαδηνοῦ, ἄρχοντος τῶν ἐκκλησιῶν καὶ πρωτοπαπᾶ τῆς περιωνύμου τῶν νήσων Κρήτης. Μὴ νομισάτω τις ὅτι καταφρονοῦντες τοὺς παλαιοὺς ἐκείνους καὶ μακαρίους ἄνδρας ἐποιήσαμεν τοὺς οἴκους τούτους, ἐπειδὴ παρ’ ἐκείνων πεποίηνται καὶ κάλλιστα· καὶ γὰρ ἄδειαν ἕκαστος ἔχει μόνον εἰ δύνατο ποιεῖν ὅπερ βούλεται· (φ. 4v) ὥσπερ εὐρίσκομεν τῶν παλαιῶν τὸ αὐτὸ ἕκαστος διαφόρως ποιήσαντα, ὡς τὸ Ἱνατὶ καὶ Κορώνης καὶ Κουκουζέλης καὶ τὸ Ἀκατάληπτόν ἐστι καὶ Κουκουζέλης καὶ λαμπαδάριος· καὶ ἄλλα πλεῖστα· ἄλλο τι ἐν τοῖς παλαιοῖς οἴκοις δύο τινὰ εἰσί· πρῶτον ὅτι ἐκεῖνοι τεχνικοτέρως καὶ ἀκριβεστέρως ποιῆσαι βουλόμενοι ἀπέτυχον τοῦ ἠδέως τῆς ἀκροάσεως· δεύτερον, ὅτι οὐ πάντα τὰ γράμματα τῶν οἴκων ἐποίησαν· ὅθεν ἡμεῖς τῇ ὁμαλῇ καὶ ἠπίᾳ θέσῃ διὰ τὸ ἡδονικὸν τῆς ἀκροάσεως μελουργήσαντες καὶ πάντα τὰ γράμματα τῶν οἴκων ἐποιήσαμεν.
Item
-
Inscription / Title
-
el

Folio
-
4r